Skip to content

Ipakoi

Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

Ἡ Ὑπακοή. Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον, ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον βλέπετε τὰ ἐντάφια σπάργανα δράμετε καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον ὅτι ὑπάρχει Θεοῦ Υἱὸς, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.