Thracian Gaia
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Γαῖα θεά, μῆτερ μακάρων, θνητῶν τ' ἀνθρώπων,
πάντροφε, πανδώτειρα, τελεσφόρε, παντολέτειρα,
αὐξιθαλής, φερέκαρπε, καλαῖς ὥρῃσι βρύουσα·
ἕδρανον ἀθανάτου κόσμου, πολυποίκιλε κούρη,
ἣ λοχίαις ὠδῖσι κύεις καρπὸν πολυειδῆ·
ἀϊδίη, πολύσεπτε, βαθύστερν', ὀλβιόμοιρε,
ἡδυπνόοις χαίρουσα χλόαις, πολυάνθεμε δαῖμον·
ὀμβροχαρής, περὶ τὴν κόσμος πολυδαίδαλος ἄστρων
εἱλεῖται φύσει ἀενάῳ καὶ ῥεύμασι δεινοῖς.
ἀλλά, μάκαιρα θεὰ, καρποὺς αὔξοις πολυγηθεῖς,
εὐμενὲς ἦτορ ἔχουσα, σὺν ὀλβίοισιν ἐν ὥραις